Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.38 Joseph. AJ 16.44 (English) >>Joseph. AJ 16.50

16.42τὸ γὰρ θεῖον, εἰ χαίρει τιμώμενον, χαίρει τοῖς ἐπιτρέπουσι τιμᾶν, ἐθῶν τε τῶν ἡμετέρων ἀπάνθρωπον μὲν οὐδέν ἐστιν, εὐσεβῆ δὲ πάντα καὶ τῇ συνήθει δικαιοσύνῃ συγκαθωσιωμένα. 16.43καὶ οὔτε ἀποκρυπτόμεθα τὰ παραγγέλματα, οἷς χρώμεθα πρὸς τὸν βίον ὑπομνήμασιν τῆς εὐσεβείας καὶ τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων, τήν τε ἑβδόμην τῶν ἡμερῶν ἀνίεμεν τῇ μαθήσει τῶν ἡμετέρων ἐθῶν καὶ νόμου, μελέτην ὥσπερ ἄλλου τινὸς καὶ τούτων ἀξιοῦντες εἶναι διʼ ὧν οὐχ ἁμαρτησόμεθα. 16.44καλὰ μὲν οὖν, ἐὰν ἐξετάζῃ τις καὶ καθʼ αὑτὰ τὰ ἔθη, παλαιὰ δʼ ἡμῖν, κἂν μή τισιν δοκῇ, ὥστʼ αὐτῶν καὶ τὸ τοῦ χρόνου τιμητὸν δυσαποδίδακτον εἶναι τοῖς ὁσίως παρειληφόσιν καὶ διαφυλάττουσιν. 16.45τούτων ἡμᾶς ἀφαιροῦνται κατʼ ἐπήρειαν, χρήματα μὲν τῷ θεῷ συμφέρομεν ἐπώνυμα διαφθείροντες καὶ φανερῶς ἱεροσυλοῦντες, τέλη δʼ ἐπιτιθέντες κἀν ταῖς ἑορταῖς ἄγοντες ἐπὶ δικαστήρια καὶ πραγματείας ἄλλας, οὐ κατὰ χρείαν τῶν συναλλαγμάτων, ἀλλὰ κατʼ ἐπήρειαν τῆς θρησκείας, ἣν συνίσασιν ἡμῖν, μῖσος οὐ δίκαιον οὐδʼ αὐτεξούσιον αὐτοῖς πεπονθότες. 16.46 γὰρ ὑμετέρα κατὰ πάντων ἀρχὴ γενομένη μία τὴν μὲν εὔνοιαν ἐνεργὸν τὴν δὲ δύσνοιαν ἄνεργον ποιεῖ τοῖς τὸ τοιοῦτον ἀντʼ ἐκείνου προαιρουμένοις. 16.47ταῦτʼ οὖν ἀξιοῦμεν, μέγιστε Ἀγρίππα, μὴ κακῶς πάσχειν μηδʼ ἐπηρεάζεσθαι μηδὲ κωλύεσθαι τοῖς ἔθεσι χρῆσθαι τοῖς ἡμετέροις μηδʼ ἀφαιρεῖσθαι τῶν ὄντων μηδʼ μὴ βιαζόμεθα τούτους ὑπὸ τούτων βιάζεσθαι· καὶ γὰρ οὐ δίκαια μόνον ἐστίν, ἀλλὰ καὶ ὑφʼ ὑμῶν δεδομένα πρότερον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.38 Joseph. AJ 16.44 (English) >>Joseph. AJ 16.50

Powered by PhiloLogic